Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.85.2 | Hdt. 4.86.4 (English) | >>Hdt. 4.88.2 |
4.86.2 ἤδη ὦν ἐς μὲν Φᾶσιν ἀπὸ τοῦ στόματος (τοῦτο γὰρ ἐστὶ τοῦ Πόντου μακρότατον ) ἡμερέων ἐννέα πλόος ἐστὶ καὶ νυκτῶν ὀκτώ · αὗται ἕνδεκα μυριάδες καὶ ἑκατὸν ὀργυιέων γίνονται , ἐκ δὲ τῶν ὀργυιέων τουτέων στάδιοι ἑκατὸν καὶ χίλιοι καὶ μύριοι εἰσί .
4.86.3 ἐς δὲ Θεμισκύρην τὴν ἐπὶ Θερμώδοντι ποταμῷ ἐκ τῆς Σινδικῆς (κατὰ τοῦτο γὰρ ἐστὶ τοῦ Πόντου εὐρύτατον ) τριῶν τε ἡμερέων καὶ δύο νυκτῶν πλόος · αὗται δὲ τρεῖς μυριάδες καὶ τριήκοντα ὀργυιέων γίνονται , στάδιοι δὲ τριηκόσιοι καὶ τρισχίλιοι .
4.86.4 ὁ μέν νυν Πόντος οὗτος καὶ Βόσπορός τε καὶ Ἑλλήσποντος οὕτω τέ μοι μεμετρέαται καὶ κατὰ τὰ εἰρημένα πεφύκασι , παρέχεται δὲ καὶ λίμνην ὁ Πόντος οὗτος ἐκδιδοῦσαν ἐς αὐτὸν οὐ πολλῷ τεῳ ἐλάσσω ἑωυτοῦ , ἣ Μαιῆτίς τε καλέεται καὶ μήτηρ τοῦ Πόντου .
ch. 87
4.87.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.85.2 | Hdt. 4.86.4 (English) | >>Hdt. 4.88.2 |